ΠΡΟΣΕΥΧΗ ΟΣΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΤΟΥ ΕΝ ΑΓΓΛΙΑ

 

ΠΡΟΣΕΥΧΗ ΟΣΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΤΟΥ ΕΝ ΑΓΓΛΙΑ

         Βασιλεῦ Ἄναρχε, ὁ ὢν πρὸ πάντων τῶν αἰώνων, Πλαστουργέ μου, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὴν ζωὴν ταύτην παραγαγὼν τὰ σύμπαντα. Εὐλόγησον τὴν ἡμέραν ταύτην, ἣν ἔδωκάς μοι διὰ τὴν ἀνεξιχνίαστόν Σου ἀγαθότητα, καὶ τῇ δυνάμει τῆς εὐλογίας Σου ἱκάνωσόν με ἐπιτελέσαι πᾶν ἔργον καὶ πάντα λόγον ἐν τῇ ἀρχομένῃ ὑπ’ ἐμοῦ ἡμέρᾳ ταύτῃ, διὰ Σέ, πρὸς δόξαν Σου, ἐν τῷ φόβῳ σου, κατὰ τὸ θέλημά σου, ἐν πνεύματι σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, ἀγάπης, πραότητος, εἰρήνης, ἀνδρείας, σοφίας, ἐν προσευχῇ καὶ ἐπιγνώσει τῆς πανταχοῦ Σου παρουσίας. 

         Ναί, Κύριε, κατὰ τὸ ἄμετρόν Σου ἔλεος, ὁδήγησόν με διὰ τοῦ Ἁγίου Σου Πνεύματος εἰς πᾶν ἔργον καὶ πάντα λόγον ἀγαθόν, καὶ δός μοι διελθεῖν ἀπροσκόπτως ἐνώπιόν Σου τὴν ὁδὸν τῆς ζωῆς μου καὶ κατὰ τὴν δικαιοσύνην Σου, ἣν ἐφανέρωσας ἡμῖν, ἵνα μὴ προστεθῇ μοι οὐδεμία ἀνομία. 

         Κύριε, ὁ Μέγας ἐν ἐλέει, φεῖσαί μου τοῦ ἀπολλυμένου εἰς τὸ κακόν, καὶ μὴ ἀποκρύψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ. Καὶ ὅταν ἡ διεφθαρμένη μου θέλησις ὁδηγήσῃ με πρὸς ἄλλας ὁδούς, καὶ τότε, ὁ Σωτήρ μου, μὴ ἐγκαταλείπῃς με, ἀλλὰ βιαίως ἐπανάγαγέ με εἰς τὴν ἁγίαν Σου ὁδόν. 

         Ὅτι Σύ, καρδιογνῶστα ἀγαθέ, γινώσκεις πᾶσαν τὴν πενίαν καὶ τὴν ἀφροσύνην μου, τὴν τυφλότητα καὶ τὴν ἀχρειότητά μου, ἀλλὰ καὶ αἱ θλίψεις τῆς καρδίας μου καὶ οἱ στεναγμοὶ τῆς ψυχῆς μου ἐνώπιόν Σου εἰσί. Διὸ καὶ δέομαί Σου: Εἰσάκουσόν μου ἐν τῇ θλίψει μου καὶ ἔμπλησόν με ἄνωθεν  τῆς δυνάμεώς Σου· ἀνάστησόν με τὸν παραλελυμένον τῇ ἁμαρτίᾳ, ἐλευθέρωσόν με τὸν δουλωθέντα τοῖς πάθεσιν, ἴασαί με ἀπὸ παντὸς τραύματος ἐν ἐμοὶ κεκρυμμένου· καθάρισόν με ἀπὸ πάσης κηλῖδος σαρκὸς καὶ πνεύματος, συγκράτησόν με ἀπὸ πάσης ἐσωτερικῆς καὶ ἐξωτερικῆς κινήσεως μὴ εὐαρέστου ἐνώπιόν Σου, ἀλλὰ καὶ ἐπιβλαβοῦς διὰ τὸν πλησίον μου. 

         Δέομαί Σου: Νομοθέτησόν με ἐν ταῖς τρίβοις τῶν ἐντολῶν Σου καὶ μέχρις ἐσχάτης μου ἀναπνοῆς μὴ ἐπιτρέψῃς παρεκκλῖναι τοῦ φωτὸς τῶν προσταγμάτων Σου, ἕως ἂν ἀποβῶσι ταῦτα ὁ μόνος νόμος ὅλης τῆς ὑπάρξεώς μου, προσκαίρου τε καὶ αἰωνίου. 

         Ὁ Θεός, ὁ Θεός μου, περὶ πολλῶν καὶ μεγάλων δέομαί Σου ἐγώ, Σὺ δὲ μὴ παρίδῃς με μηδὲ ἀπορρίψῃς με ἀπὸ τοῦ Προσώπου Σου διὰ τὴν θρασύτητά μου καὶ τὴν παρρησίαν μου, ἀλλὰ τῇ δυνάμει τῆς ἀγάπης Σου ὁδήγησόν με κατὰ τὰ διαβήματά Σου· δός μοι ἀγαπᾶν Σε ὡς Σὺ ἐνετείλω ἡμῖν, ἐξ ὅλης τῆς καρδίας μου, ἐξ ὅλης τῆς διανοίας μου, ἐξ ὅλης τῆς ἰσχύος μου, δι’ ὅλου τοῦ εἶναι μου. 

         Ὅτι Σὺ εἶ Μόνος Σκεπαστὴς Ἅγιος καὶ Παντοδύναμος Ὑπερασπιστὴς τῆς ζωῆς μου, καὶ Σοὶ προσφέρω τὴν δοξολογίαν καὶ τὴν προσευχήν μου. Ἀμήν. 

         Χάρισαί μοι, Κύριε, τοῦ γνῶναι τὴν ἀλήθειάν Σου πρὸ τοῦ ἀπελθεῖν με ἐκ τῆς ζωῆς ταύτης. Παράτεινον τὰς ἡμέρας μου, ἕως ἂν προσφέρω Σοι μετάνοιαν ἀληθινήν. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, καὶ ὅταν εὐδοκήσῃς θεῖναι πέρας τῇ ζωῇ μου, προγνώρισόν μοι τὸν θάνατόν μου, ἵνα ἡ ψυχή μου ἑτοιμασθῇ πρὸς συνάντησίν Σου. 

         Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ μεγάλῃ καὶ ἱερᾷ δι’ ἐμέ, γενοῦ μετ’ ἐμοῦ Κύριε, καὶ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου Σου. Καθάρισόν με ἀπὸ παντὸς ἁμαρτήματος φανεροῦ ἢ κρυφίου, ἀπὸ πάσης ἀνομίας κεκρυμμένης ἐν ἐμοί, καὶ ἀξίωσόν με προσφέρειν Σοι καλὴν ἀπολογίαν ἐνώπιον τοῦ φοβεροῦ Βήματός Σου. Ἀμήν. 

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ

ΑΠΟΣΤΟΛΙΚΟ ΚΑΙ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΩΝ

 

ΡΑΔΙΟΣΤΑΘΜΟΣ Ι.Μ. ΛΕΜΕΣΟΥ

 radio.jpg

ΒΙΒΛΙΟΠΩΛΕΙΟ ΙΕΡΟΥ ΝΑΟΥ

Copyright © AP.ANDREAS.LEMESOU 2014. All Rights Reserved.