ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΙΑΚΩΒΟΝ ΤΟΝ ΕΝ ΕΥΒΟΙᾼ

 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΙΑΚΩΒΟΝ

ΤΟΝ ΕΝ ΤΗ ΙΕΡᾼ ΜΟΝῌ ΟΣΙΟΥ ΔΑΒΙΔ ΤΟΥ «ΓΕΡΟΝΤΟΣ»

ΕΝ ΕΥΒΟΙᾼ ΑΣΚΗΣΕΙ ΚΑΙ ΑΡΕΤῌ ΕΚΛΑΜΨΑΝΤΑ

 

 

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς :

 

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

σιακῶς καὶ θεαρέστως βιώσας

καὶ ἐκ παιδὸς προσκολληθεὶς τῷ Κυρίῳ,

σὺ ἐπ’ ἐσχάτων ἔλαμψας Ἰάκωβε·

ἔργοις σου ἐδόξασας τὸν Θεὸν καὶ ἀσκήσει

πᾶσαν ἀρετήν, σοφέ, φιλοτίμως ἐκτήσω·

διὸ τοὺς σὲ τιμῶντας ἐκ ψυχῆς,

σῷζε κινδύνων καὶ πάσης κακώσεως.

 

 

Δόξα Πατρί. Τὸ αὐτό.

 

Καὶ νῦν. Θεοτόκιον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;

τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ν’. Καὶ ὁ κανὼν τοῦ Ἁγίου.

 

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Παθῶν μου τὸ σκότος καὶ τὴν ἀχλύν,

πᾶσαν ἁμαρτίαν καὶ κακίαν φθοροποιόν,

Ἰάκωβε Πάτερ θεοφόρε,

ταῖς σαῖς πρεσβείαις ἐν τάχει ἀπέλασον.

 

Θεράπευσον Πάτερ ὀδυνηρὰς

νόσους καὶ κακώσεις καὶ ἀπάλλαξον συμφορῶν,

Ἰάκωβε θεῖε, ταῖς λιταῖς σου

τοὺς ἐν ψυχῇ ταπεινῇ σοὶ προσφεύγοντας.

 

Θαυμάτων τὴν χάριν παρὰ Θεοῦ

ἀπείληφας, Πάτερ, ὡς λατρεύσας τούτῳ πιστῶς·

διὸ καὶ παρέχεις τὰς ἰάσεις

τοῖς δεομένοις καὶ σὲ ἱκετεύουσι.

 

Θεοτοκίον.

Πανάμωμε Κόρη, σκέπην τὴν σὴν

καὶ τὴν προστασίαν μὴ μακρύνῃς νῦν ἀφ’ ἡμῶν,

τῶν ἐν ἀπογνώσει σοὶ βοώντων,

Ἁγνὴ Παρθένε, τοὺς δούλους σου λύτρωσαι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

κ παντοίων κινδύνων καὶ πειρασμῶν, Ὅσιε,

τοὺς προσκαλουμένους σε σῷζε τῇ μεσιτείᾳ σου

καὶ ἐν εἰρήνῃ αὐτοὺς καὶ ἡσυχίᾳ τὸν βίον

διανύειν πάντοτε δίδου, Ἰάκωβε.

 

πισκέψεων θείων καὶ θαυμαστῶν, ἔνδοξε,

σὺ παρὰ Θεοῦ ἠξιώθης καὶ γὰρ ἐδόξασας

τῇ πολιτείᾳ σου τῇ θεαρέστῳ, παμμάκαρ,

τὸν Θεόν, Ἰάκωβε, ὃς νῦν δοξάζει σε.

 

νατείλας ἐν κόσμῳ ὥσπερ ἀστὴρ ἔξοχος,

πάντας καταυγάζεις ἀκτῖσι ταῖς τῶν θαυμάτων σου

ἐν τοῖς ἐσχάτοις καιροῖς καὶ ὁδηγεῖς καὶ ἰθύνεις

τοὺς πιστῶς προστρέχοντας, Πάτερ, τῇ αἴγλῃ σου.

 

Θεοτοκίον.

Τῶν χαρίτων τῶν θείων, Μῆτερ Θεοῦ, ἔμπλεως

ὄντως γενομένη χορήγει πᾶσι βοήθειαν,

τοῖς σοὶ προσφεύγουσι καὶ αἰτουμένοις, Παρθένε,

σοῦ Υἱοῦ τὸ ἔλεος καὶ τὴν συμπάθειαν.

 

Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων

καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ ἀεὶ

 καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.

 

πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε, Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

 

Ἦχος β’.  Πρεσβεία θερμή.

ς ἔχων πολλὴν παρρησίαν πρὸς Κύριον,

δυσώπει αὐτὸν συγχώρησιν παρέχεσθαι ἡμῖν ἁμαρτάνουσι,

θεοφόρε Ἰάκωβε, πρόφθασον,

σέ γάρ ἐν δάκρυσι καὶ στεναγμοῖς,

ὡς θεῖον Πατέρα ἱκετεύομεν.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Πειρατήρια, Ἅγιε,

καὶ δοκιμασίας μου ἀπομάκρυνον,

οἷσπερ φθόνῳ ὁ μισόκαλος

πάντοτε πειρᾶται ἀφαρπάσαι με.

 

Περισκέπων, Ἰάκωβε,

τὴν Μονὴν Ὁσίου Δαβίδ τοῦ Γέροντος,

μὴ ἐλλείπῃς παρεχόμενος

εὐλογίαν σὴν πᾶσι μονάζουσι.

 

Δαιμονῶντας διέσωσας

ἐκ κυριαρχίας καὶ πλάνης δαίμονος,

σαῖς εὐχαῖς καὶ ἐπικλήσεσι

ταῖς πρὸς τὸν Σωτῆρα, ὦ Ἰάκωβε.

 

Θεοτοκίον.

Σὴν βοήθειαν, Ἄχραντε,

καὶ σὴν προστασίαν ἐμοὶ κατάπεμψον,

καταστέλλουσα τὸν τάραχον

τῶν πολλῶν παθῶν μου, Παναμώμητε.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Δώρησαι ἡμῖν

τοῖς θερμῶς σε ἱκετεύουσι,

Πάτερ Ὅσιε, καρδίας συντριβήν,

ὡς καρποὺς τῆς μετανοίας κομισώμεθα.

 

Φώτισον ἡμῶν

τὴν ψυχὴν καὶ τὴν διάνοιαν

τῇ πρεσβείᾳ σου πρὸς Κύριον, σοφέ,

καὶ ὁδὸν τῶν ἐντολῶν βαδίζειν ἴθυνον.

 

Σπεῦσον πρὸς φωνὰς

ἱκετῶν σου, ὦ Ἰάκωβε,

καὶ παράσχου τὰ αἰτήματα αὐτοῖς,

σὲ γὰρ ἔχομεν πιστοὶ πρέσβυν ἀκοίμητον.

 

Θεοτοκίον.

Πρόσδεξαι ἡμῶν

τὰς δεήσεις καὶ τὴν ὕμνησιν,

ταπεινῶς προσαγομένας σοι, Ἁγνή,

σὺ γὰρ πέλεις ἡμῶν τεῖχος καὶ ἀσφάλεια.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Κατέχων ταῖς χερσί, θεόσοφε,

τὴν Δαβίδ τοῦ θείου Γέροντος κάραν,

πανευλαβῶς τὰς ἰάσεις παρεῖχες

τοῖς δεομένοις πιστοῖς καὶ ἀνέτρεπες

πνευμάτων πάντων πονηρῶν μεθοδείας, Ἰάκωβε, χάριτι.

 

Παννύχοις ταῖς προσευχαῖς καὶ στάσεσιν

ἐν σπηλαίῳ τῷ Θεῷ προσωμίλεις·

σὲ δὲ ἀστὴρ κατεφώτιζε θεῖος

καὶ τὴν ὁδὸν ἐμφανῶς σοι ἐδείκνυε·

διὸ Ἰάκωβε κλεινέ, καὶ ἡμᾶς φωτισθῆναι ἱκέτευε.

 

πήνεγκας ἐν ζωῇ, μακάριε,

νοσημάτων τὰς πικρὰς ἀλγηδόνας·

ἀλλ’ ἐκαρτέρησας ὥσπερ ἀδάμας,

μετὰ χαρᾶς ὑπομείνας τοὺς σκόλοπας·

διὸ ὡς δόκιμος χρυσὸς ταῖς βασάνοις ἐξέλαμψας,  Ὅσιε.

 

Θεοτοκίον.

Κατάστειλον τῶν παθῶν μου τὸν σάλον

καὶ ψυχῆς μου ταραχὴν καὶ ὀδύνην,

καὶ πειρασμῶν διασκέδασον νέφος

καὶ ἐκ δαιμόνων ὀχλήσεως λύτρωσαι·  

σὺ πρόφθασον, Μῆτερ Θεοῦ, καὶ διάσωσον πρὶν ἀπολέσθαι με.

 

Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων

καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ

ἀεὶ καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.

 

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,

ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,

ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον.

 

Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Σὲ τὸν Εὐβοίᾳ ἀσκήσει ἐκλάμψαντα,

τὸ Ἐκκλησίας Χριστοῦ ἄνθος εὔοσμον,

ᾠδαῖς τῶν ᾀσμάτων δοξάζομεν

καὶ ἱκετεύομεν νόσων καὶ θλίψεων

ἡμᾶς σῷζε, θεῖε Ἰάκωβε.

 

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον …

 

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδείς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

 

Προσόμοιον.

Ἦχος πλ.β’. Ὅλην ἀποθέμενοι.

Στίχος: Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…

δυτον φωστῆρά σε ἐκ τῆς Ἑῴας φανέντα,

ἐν Εὐβοίᾳ λάμψαντα καὶ καταγλαΐσαντα τὴν ὑφήλιον,

οἱ πιστοί, Ὅσιε, ὕμνοις ἐγκωμίων

καταστέφομεν αἰτούμενοι,

σὴν χάριν δώρησαι καὶ ἐκ περιστάσεων λύτρωσαι,

τὰς θλίψεις καὶ νοσήματα τῶν σῶν ἱκετῶν ἀποδίωξον,

ῥῶσίν τε παράσχου, Ἰάκωβε, ὡς φίλος τοῦ Χριστοῦ,

τοῖς εὐλαβῶς εἰς τὸν τάφον σου προσιοῦσιν, ἔνδοξε.

 

Ὁ ἱερεὺς τό, Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μιμητὴς τῶν Ὁσίων

ἐχρημάτισας, Πάτερ, ἀπὸ σπαργάνων τῶν σῶν·

καὶ γάρ ἐν ἐξορίᾳ,

ἀσκήσει καὶ πτωχείᾳ τὸν σὸν βίον διήνυσας,

εὐχαριστῶν τῷ Θεῷ, Ἰάκωβε τρισμάκαρ.

 

Προσευχῇ καὶ νηστείᾳ

σὴν ψυχὴν ἀπεκάθηρας καὶ ἐλάμπρυνας·

συντόνῳ δ’ ἀγρυπνίᾳ

Θεῷ εὐαρεστήσας παρ’ αὐτοῦ νῦν ἀπείληφας

τὸ στέφος ὡς νικητής, Ἰάκωβε θεόφρον.

 

Τῷ Θεῷ ἐλειτούργεις

καὶ θυσίαν προσέφερες τὴν ἀναίμακτον·

Ἀγγέλους καὶ Ἁγίους

παρόντας κατοπτεύων, οἷς προφρόνως συνέψαλλες·

ὁ τῶν Πατέρων Θεός, εὐλογημένος πέλεις.

 

Θεοτοκίον.

Τὴν σὴν χάριν, Παρθένε,

τοῖς πιστῶς αἰτουμένοις καὶ τὴν ἀντίληψιν

ἀπόστειλον καὶ σῶσον

αὐτοὺς ἐκ τῶν κινδύνων, τῶν κακῶν καὶ τῶν θλίψεων,

καὶ δέξαι νῦν παρ’ αὐτῶν τοὺς ὕμνους εὐχαρίστως.

 

ᾨδὴ η’.  Τὸν Βασιλέα.

Σκέπε καὶ σῷζε τῇ πατρικῇ σου μερίμνῃ

τοὺς πιστῶς σοι προστρέχοντας, Πάτερ,

κατευθύνων τούτους πρὸς τρίβους σωτηρίας.

 

Φρούρει, ὦ Πάτερ, καὶ πατρικῶς ἐπισκόπει

σὴν Μονὴν Δαβὶδ τοῦ Γέροντος παρέχων

θείαν εὐλογίαν τοῖς ἐν αὐτῇ βιοῦσι.

 

Δίδου ἀπαύστως τὴν συμπαθῆ ἀρωγήν σου

πάσαις χήραις, ὀρφανοῖς καὶ ἐνδεέσιν·

οἶδας γὰρ φροντίζειν τῶν σοὶ προσερχομένων.

 

Θεοτοκίον.

Λύτρωσαι, Κόρη, τὴν παναθλίαν ψυχήν μου,

χορηγοῦσα μοι ὄμβρους δακρύων,

ὅπως ἀποπλύνω τὸν ῥύπον τῶν παθῶν μου.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Κακώσεως καὶ βλάβης ἐχθρῶν ἀοράτων

καὶ ὁρατῶν, θεῖε Πάτερ Ἰάκωβε,

ῥύου τὴν ποίμνην σου ταύτην τὴν σὲ γεραίρουσαν.

 

Φωστὴρ τῶν μοναζόντων ἐν καιροῖς ἐσχάτοις

σὺ ἀπλανὴς ἀνεδείχθης, Ἰάκωβε,

τὰς πρὸς Θεὸν ἀναβάσεις τούτοις δεικνύμενος.

 

σίοις ἠριθμήθης, σὺν αὐτοῖς χορεύων

καὶ ἀνυμνῶν τὴν Τριάδα τὴν ἄναρχον·

ἀεὶ ἱκέτευε ταύτην ὑπὲρ τῶν τέκνων σου.

 

Θεοτοκίον.

Δοξάζομέν σε, Κόρη, τὴν Θεοῦ Μητέρα,

τὴν τὸ ἀνθρώπινον γένος δοξάσασαν·

τῷ σῷ γὰρ τόκῳ οἱ πάντες ζωῆς ἐτύχομεν.

 

Τὸ Ἄξιόν ἐστι καὶ τά μεγαλυνάρια.

Χαίροις τῆς Εὐβοίας ὁ θησαυρὸς

καὶ τῶν μοναζόντων ἀντιλήπτωρ καὶ ὁδηγός·

χαίροις Ἐκκλησίας ὡράϊσμα τὸ νέον,

Ἰάκωβε θεόφρον, πάντες ὑμνοῦμέν σε.

 

Χαίροις τῶν Ὁσίων ὁ χαρακτὴρ

καὶ τῶν ἀσκουμένων στήλη ἔμψυχος καὶ εἰκών·

σὺ γὰρ ἀναβάσεις διέθου σῇ καρδίᾳ

καὶ πρὸς Θεὸν ἀνῆλθες, θεῖε Ἰάκωβε.

 

Πάντας θεραπεύεις ἐκ χαλεπῶν

νοσημάτων, Πάτερ, καὶ παρέχεις πᾶσι πιστοῖς

ῥῶσιν καὶ ὑγίειαν ψυχῶν καὶ τῶν σωμάτων,

ὡς γνήσιος θεράπων Χριστοῦ, Ἰάκωβε.

 

Χάριν μεταδίδως σὺ τοῖς πιστῶς

τῷ σεπτῷ σου τάφῳ προσιοῦσι καὶ ταπεινῶς

τὴν σὴν αἰτουμένοις βοήθειαν καὶ σκέπην,

Ἰάκωβε παμμάκαρ, Εὐβοίας καύχημα.

 

Χαίρων πρὸς ἀγῶνας ἀσκητικοὺς

ἐχώρησας Πάτερ, οὐρανόφρων ἀναδειχθείς,

πάντα τὰ ἡδέα ἀφέμενος καὶ ἄνω

τὸν νοῦν σου ἀνυψώσας, ὤφθης ἰσάγγελος.

 

Φρούρει καὶ συντήρει τὴν ἱεράν

Μονήν σου, τρισμάκαρ, ἐκ παντοίων ἐπιβουλῶν,

τὴν σὲ κεκτημένην θερμότατον προστάτην

Δαβίδ τῷ θείῳ ἅμα, Πάτερ Ἰάκωβε.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ …

 

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ ἑξῆς:

 

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου…

Σκέπε τοὺς ἐλθόντας εὐλαβῶς

καὶ παρακαλοῦντας σε πίστει, θεῖε Ἰάκωβε,

πάντας τε προστάτευσον καὶ περιφρούρησον

ἐκ παντοίων κακώσεων καὶ ἀρρωστημάτων,

σὴν Μονὴν δέ, Ἅγιε, ἐν ᾗ ἐνήθλησας,

φρούρει καὶ περίσῳζε σώαν

ἐκ παντὸς κακοῦ καὶ κινδύνου,

ταῖς θεοπειθέσιν ἱκεσίαις σου.

 

Δέσποινα πρόσδεξαι …

Τὴν πᾶσαν ἐλπίδα μου …

 

Ὁ ἱερεύς, Δι’ εὐχῶν ...

 

Δίστιχον.

Πτωχὴν δέξαι ὕμνησιν ἐκ Δημητρίου σοι, θεῖε Ἰάκωβε, προσενεχθεῖσαν.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ

ΑΠΟΣΤΟΛΙΚΟ ΚΑΙ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΩΝ

 

ΡΑΔΙΟΣΤΑΘΜΟΣ Ι.Μ. ΛΕΜΕΣΟΥ

 radio.jpg

ΒΙΒΛΙΟΠΩΛΕΙΟ ΙΕΡΟΥ ΝΑΟΥ

Copyright © AP.ANDREAS.LEMESOU 2014. All Rights Reserved.